Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.112 Joseph. AJ 6.116 (English) >>Joseph. AJ 6.121

6.115

Τῶν δὲ τοῦ Σαούλου κατασκόπων τεταράχθαι τὸ στρατόπεδον τῶν Παλαιστίνων φρασάντων τῷ βασιλεῖ Σαοῦλος ἠρώτα, μή τις εἴη τῶν αὑτοῦ κεχωρισμένος. ἀκούσας δὲ τὸν υἱὸν καὶ σὺν αὐτῷ τὸν ὁπλοφόρον ἀπεῖναι κελεύει τὸν ἀρχιερέα λαβόντα τὴν ἀρχιερατικὴν στολὴν προφητεύειν αὐτῷ περὶ τῶν μελλόντων. τοῦ δὲ νίκην ἔσεσθαι καὶ κράτος κατὰ τῶν πολεμίων φράσαντος ἐπεξέρχεται τοῖς Παλαιστίνοις καὶ τεταραγμένοις προσβάλλει καὶ φονεύουσιν ἀλλήλους. 6.116προσρέουσι δὲ αὐτῷ καὶ οἱ πρότερον εἴς τε τοὺς ὑπονόμους καὶ εἰς τὰ σπήλαια συμφυγόντες ἀκούσαντες ὅτι νικᾷ Σαοῦλος· γενομένων δὲ ὡς μυρίων ἤδη τῶν Ἑβραίων διώκει τοὺς πολεμίους κατὰ πᾶσαν ἐσκορπισμένους τὴν χώραν. εἴτε δὲ ὑπὸ τῆς ἐπὶ τῇ νίκῃ χαρᾶς οὕτω παραλόγως γενομένῃ, συμβαίνει γὰρ μὴ κρατεῖν τοῦ λογισμοῦ τοὺς οὕτως εὐτυχήσαντας, εἴθʼ ὑπὸ ἀγνοίας εἰς δεινὸν προπίπτει καὶ πολλὴν ἔχον κατάμεμψιν ἔργον· 6.117βουλόμενος γὰρ αὑτῷ τε τιμωρῆσαι καὶ δίκην ἀπολαβεῖν παρὰ τῶν Παλαιστίνων ἐπαρᾶται τοῖς Ἑβραίοις, ἵνʼ εἴ τις ἀποσχόμενος τοῦ φονεύειν τοὺς ἐχθροὺς φάγοι καὶ μὴ μέχρι νὺξ ἐπελθοῦσα τῆς ἀναιρέσεως καὶ τῆς διώξεως αὐτοὺς παύσει τῶν πολεμίων, οὗτος ἐπάρατος . 6.118τοῦ δὲ Σαούλου τοῦτο φήσαντος, ἐπεὶ κατά τινα δρυμὸν ἐγένοντο βαθὺν καὶ μελισσῶν γέμοντα τῆς Ἐφράμου κληρουχίας, τοῦ Σαούλου παῖς οὐκ ἐπακηκοὼς τῆς τοῦ πατρὸς ἀρᾶς οὐδὲ τῆς ἐπʼ αὐτῇ τοῦ πλήθους ὁμολογίας ἀποθλίψας τι κηρίον τοῦ μέλιτος ἤσθιε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.112 Joseph. AJ 6.116 (English) >>Joseph. AJ 6.121

Powered by PhiloLogic